Ancient Greek · ~2 min
Δ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-4
Not analysed yet
V. Ἐν. δὲ τοῖς πρὸς ἄρκτον οὐχ ὁμοίως· οὐθὲν γὰρ ὅτι ἄξιον λόγου λέγεται παρὰ τὰ κοινὰ τῶν δένδρων ἃ καὶ φιλόψυχρά τε τυγχάνει καὶ ἔστι καὶ παρ᾿ ἡμῖν, οἶον πεύκη δρῦς ἐλάτη πύξος διοσβάλανος φίλυρα καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα· σχεδὸν γὰρ οὐδὲν ἕτερον παρὰ ταῦτά ἐστιν, ἀλλὰ τῶν ἄλλων ὑλημάτων ἔνια ἃ τοὺς ψυχροὺς μᾶλλον ζητεῖ τόπους, καθάπερ κενταύριον ἀψίνθιον, ἔτι δὲ τὰ φαρμακώδη ταῖς ῥίζαις καὶ τοῖς ὀποῖς, οἶον ἐλλέβορος ἐλατήριον σκαμμωνία, σχεδὸν πάντα τὰ ῥιζοτομούμενα.