Ancient Greek · ~3 min
Δ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-4
Not analysed yet
Τὰ μὲν γὰρ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ γίνεται, τὰ δὲ περὶ τὴν Οἴτην καὶ τὸν Παρνασὸν καὶ τὸ Πήλιον καὶ τὴν Ὄσσαν καὶ τὸ Τελέθριον· καὶ ἐν τούτοις δέ τινές φασι πλεῖστον· πολλὰ δὲ καὶ ἐν τῇ Ἀρκαδίᾳ καὶ ἐν τῇ Λακωνικῇ· φαρμακώδεις γὰρ καὶ αὗται. τῶν δὲ εὐωδῶν οὐδὲν ἐν ταύταις, πλὴν ἶρις ἐν τῇ Ἰλλυρίδι καὶ περὶ τὸν Ἀδρίαν· ταύτῃ γὰρ χρηστὴ καὶ πολὺ διαφέρουσα τῶν ἄλλων· ἀλλ᾿ ἐν τοῖς ἀλεεινοῖς καὶ τοῖς πρὸς μεσημβρίαν ὥσπερ ἀντικείμενα τὰ εὐώδη. ἔχουσι δὲ καὶ κυπάριττον οἱ ἀλεεινοὶ μᾶλλον, ὥσπερ Κρήτη Λυκία Ῥόδος, κέδρον δὲ καὶ τὰ Θρᾴκια ὅρη καὶ τὰ Φρύγια.