Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-6
Not analysed yet
V. Τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντα φύλλον, οἶον τὰ τοιαῦτα φέως ὄνωνις παντάδουσα τρίβολος ἱππόφεως μυάκανθος τε σφόδρα καὶ τὸ φύλλον ἔχει σαρκῶδες· πολυσχιδὲς δὲ καὶ πολύρριζον, οὐ μὴν κατὰ βάθους γε τὰς ῥίζας ἔχον. βλαστάνει δὲ ἅμα Πλειάδι καὶ τοῖς πρώτοις ἀρότοις καὶ ἀφίησι τότε τὸ φύλλον· οὐ γάρ ἐστιν ἐπέτειον ἀλλὰ χρονιώτερον.