Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-6
Not analysed yet
Τὸ δὲ τῆς καππάριος ἴδιον, ὥσπερ ἐλέχθη, παρὰ ταῦτα· καὶ γὰρ τὸ φύλλον ἐπακανθίζον ἔχει καὶ τὸν καυλόν, οὐχ ὥσπερ ὁ φέως καὶ ἱππόφεως ἀνάκανθα τοῖς φύλλοις· μονόρριζον δὲ καὶ ἐπίγειον καὶ χαμαίκαυλον· βλαστάνει δὲ καὶ ἀνθεῖ τοῦ θέρους καὶ διαμένει τὸ φύλλον χλωρὸν ἄχρι Πλειάδος. χαίρει δὲ ὑφάμμοις. καὶ λεπτογείοις χωρίοις· λέγεται δὲ ὡς ἐν τοῖς ἐργασίμοις οὐ θέλει φύεσθαι, καὶ ταῦτα περὶ τὰ ἄστη καὶ ἐν εὐγείοις τόποις φυομένη καὶ οὐχ ὥσπερ σίλφιον ἐν ὀρεινοῖς· τοῦτο μὲν ??οὖν̣? οὐ πάντως ἀληθές.