Ancient Greek · ~2 min
Θ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-8
Not analysed yet
V. Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ᾿ οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέστερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ καὶ ἐπ᾿ ὀλίγου κυάμου καὶ ὀρόβου, καθ᾿ ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ᾿ ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν.