Ancient Greek
Θ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-8
Not analysed yet
Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ᾿ ἔλλοβα, τὰ μὲν αὐτῶν ἀδιάφρακτα καὶ ὥσπερ συμψαύοντα τυγχάνει, καθάπερ ὄροβος πισὸς καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ διαπεφραγμένα, καθάπερ θέρμος, ἔτι δὲ μᾶλλον καὶ ἰδίως τὸ σήσαμον. καὶ τὰ μὲν μακρόλοβα τὰ δὲ καὶ στρογγυλόλοβα, καθάπερ ὁ ἐρέβινθος. ἀνὰ λόγον δ᾿ ἀκολουθεῖ καὶ τὰ πλήθη τῶν σπερμάτων· ἐλάττω γὰρ ἐν τοῖς μικροῖς, ὥσπερ ἔν τε τῷ τῶν ἐρεβίνθων καὶ ἐν τῷ τῶν φακῶν.