Ancient Greek
Γ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3-3
Not analysed yet
Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρεθέντος μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον· ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ ἰσχυρότερον, ἐὰν μετὰ τὴν πέπανσιν τῶν καρπῶν τμηθῇ.