Ancient Greek · ~3 min
Γ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-3
Not analysed yet
Κατὰ δὲ ταύτην τὴν βλάστησιν καὶ ἡ κηκὶς φύεται πᾶσα, καὶ ἡ λευκὴ καὶ ἡ μέλαινα· φύεται δὲ ὡς ἐπὶ τὸ πολὺ νυκτὸς ἀθρόος· ἐφ᾿ ἡμέραν δὲ μίαν αὐξηθεῖσα, πλὴν τὴς πιττοειδοῦς, ἐὰν ὑπὸ τοῦ καύματος ληφθῇ ξηραίνεται, καὶ ἀναυξὴς ἐπὶ τὸ μεῖζον, ἐγίνετο γὰρ ἂν μείζων τῷ μεγέθει. διόπερ τινὲς αὐτῶν οὐ μεῖζον ἔχουσι κυάμου τὸ μέγεθος. ἡ δὲ μέλαινα καὶ ἐπὶ πλείους ἡμέρας ἔγχλωρός ἐστι, καὶ αὐξάνονται καὶ λαμβάνουσιν ἔνιαι μέγεθος μήλου. Διαλείποντα δὲ μετὰ τοῦτο περὶ πεντεκαίδεκα ἡμέρας πάλιν τὸ τρίτον ἐπιβάλλεται βλαστοὺς Ἑκατομβαιῶνος, ἐλαχίστας ἡμέρας τῶν πρότερον· ἴσως γὰρ ἓξ ἢ ἑπτὰ τὸ πλεῖστον· ἡ δὲ βλάστησις ὀμοία καὶ τὸν αὐτὸν τρόπον. παρελθουσῶν δὲ τούτων οὐκέτι εἰς μῆκος ἀλλ᾿ εἰς πάχος ἡ αὔξησις τρέπεται.