Ancient Greek · ~2 min
Ε, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3-5
Not analysed yet
Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, κινεῖ καὶ παραστρέφει· μᾶλλον γὰρ εἰκὸς γυμνωθεῖσαν ἀποθνήσκειν. ὅμως δὲ οἵ γε ἱστοὶ καὶ αἱ κεραῖαι ἐξαιρεθείσης ἀχρεῖοι. τοῦτο δὲ κατὰ συμβεβηκός, ὅτι χιτῶνας ἔχει πλείους, ἰσχυρότατον δὲ καὶ λεπτότατον δὲ τὸν ἔσχατον, ξηρότατον γάρ, καὶ τοὺς ἄλλους ἀνὰ λόγον. ὅταν οὖν σχισθῇ, περιαιρεῖται τὰ ξηρότατα.