Ancient Greek
Ε, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4-5
Not analysed yet
εἰ δ’ ἡ μήτρα διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι καὶ μὴ πλαγίαν. οἶον οὕσης τῆς μήτρας ἐφ’ ἣν τὸ α, μὴ παρὶ τὴν βγ τέμνειν, ἀλλὶ παρὶ τὴν βδ. φθείρεσθαι γαρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν. ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ’ ἔχειν, οἶον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες οὕτως μὴ ἐκ μήτρας. ταὐτὸ δὲ τοῦτο σημεῖον καὶ ὅτι πᾶσα μήτρα ἕλκεται, καὶ αἱ τῶν σκληροτάτων, ὰς δή τινες καρδίας καλοῦσι.