Ancient Greek · ~2 min
I, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3-9
Not analysed yet
Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυτέρας ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν. ὅταν οὖν τέμνωσι τὰς ῥάβδους, κατακόπτειν ὡς διδάκτυλα τὸ μῆκος ἢ μικρῷ μείζω, ταῦτα δ᾿ εἰς νεόδορον βύρσαν καταρράπτειν· εἶτ᾿ ἐκ ταύτης καὶ τῶν ξύλων σηπομένων σκωλήκια γίνεσθαι, τὸ μὲν ξύλον κατεσθίει, τοῦ φλοιοῦ δ᾿ οὐχ ἅπτεται διὰ τὴν πικρότητα καὶ δριμύτητα τῆς ὀσμῆς. καὶ περὶ μὲν κασίας καὶ κιναμώμου τοσαῦτα λέγεται.