Ancient Greek · ~2 min
I, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-9
Not analysed yet
VI. Τὸ δὲ βάλσαμον γίνεται μὲν ἐν τῷ αὐλῶνι τῷ περὶ Συρίαν. παραδείσους δ᾿ εἶναί φασι δύο μόνους, τὸν μὲν ὅσον εἴκοσι πλέθρων τὸν δ᾿ ἕτερον πολλῷ ἐλάττονα. τὸ δὲ δένδρον μέγεθος μὲν ἡλίκον ῥόα μεγάλη πολύκλαδον δὲ σφόδρα· φύλλον δὲ ἔχειν ὅμοιον πηγάνῳ, πλὴν ἔκλευκον, ἀείφυλλον δὲ εἶναι· καρπὸν δὲ παρόμοιον τῇ τερμίνθῳ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι· εὐῶδες σφόδρα καὶ τοῦτο καὶ μᾶλλον τοῦ δακρύου.