Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4
Not analysed yet
Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὦν ἡ σύνθεσις. αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκληρότης μαλακότης γλισχρότης κραυρότης πυκνότης μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὑθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ αὐανθέντα. καὶ τὰ μὲν σχίζεται, καθάπερ τὰ τῆς ἐλατης, τὰ δὲ εὔθραυστα μᾶλλον, οἷον τὰ τῆς ἐλάας. καὶ τὰ μὲν ἄοζα, οἷον τὰ τῆς ἀκτῆς, τὰ δὲ ὀζώδη, οἷον τὰ τῆς πεύκης καὶ ἐλάτης.