Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3
Not analysed yet
Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ᾿ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.