Ancient Greek · ~2 min
Ε, Chapter 5
Theophrastus, Enquiry into Plants 5.5-5
Not analysed yet
παντὸς δὲ ὡς εἰπεῖν ξύλου σκληροτάτη καὶ μανοτάτη πἡ μήτρα, καὶ αὐτῆς τῆς ἐλάτης· μανοτάτη μὲν οὖν, ὅτι τὰς ἶνας ἔχει καὶ διὰ πολλοῦ καὶ τὸ σαρκῶδες τὸ ἀνὰ μέσον πολύ· σκληροτάτη δέ, ὅτι καὶ αἱ ἶνες σκληρόταται καὶ τὸ σαρκῶδες· δι’ ὃ καὶ οἱ ἀρχιτέκτονες συγγράφονται παραιρεῖν τὶ πρὸς τὴν μήτραν, ὅπως λάβωσι τοῦ ξύλου τὸ πυκνότατον καὶ μαλακώτατον.