Ancient Greek
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.6
Not analysed yet
Ἄριστον δὲ καὶ ῥιζώσασθαι καὶ φυτείας μάλιστα τῆς τυχούσης ἡ συκῆ. φυτεύειν δὲ ῥόας μὲν καὶ μυρρίνους καὶ δάφνας πυκνὰς κελεύουσι, μὴ πλέον διεστώσας ἢ ἐννέα πόδας, μηλέας δὲ μικρῷ μακρότερον, ἀπίους δὲ καὶ ὄγχνας ἔτι μᾶλλον, ἀμυγδαλᾶς δὲ καὶ συκᾶς πολλῷ πλέον, ὡσαύτως δὲ καὶ τὴν ἐλάαν. ποιεῖσθαι δὲ καὶ πρὸς τὸν τόπον τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς.