Ancient Greek · ~3 min
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.5-2
Not analysed yet
Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυτεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παραγίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ᾿ ἐκ τῶν τοιούτων ἔρνη· βλαστανόντων δ᾿ ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένηται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ μυρρίνου, αἱ δ᾿ ἄλλαι κοινότεραι πᾶσιν.