Ancient Greek · ~2 min
Γ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.6-2
Not analysed yet
τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολιδωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ᾿ ἀποπίπτει καὶ τὰ τοῦ καρύου καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ᾿ ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον.