Ancient Greek · ~2 min
Γ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-3
Not analysed yet
VI. Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ. εὐαυξῆ μὲν τά τε πάρυδρα, οἶον πτελέα πλάτανος λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισβητοῦσί τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ μίλος καὶ λάκαρα φηγὸς ἄρκευθος σφένδαμνος ὀστρυα ζυγία μελία κλήθρα πίτυς ἀνδράχλη κρανεία πύξος ἀχράς. καρποφορεῖ δ᾿ εὐθὺς ἐλάτη πεύκη πίτυς, κἂν ὁπηλικονοῦν μέγεθος λάβωσιν.