Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1
Not analysed yet
VI. Διαφέρουσι δὲ καὶ ταῖς μήτραις· πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτήν· ἔπειτα καὶ ἐν αὐτοῖς τοῖς ἔχουσι· τῶν μὲν γάρ ἐστι σαρκώδης τῶν δὲ ξυλώδης τῶν δὲ ὑμενώδης. καὶ σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος. ξυλώδης δὲ πίτυος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνδᾳδος εἶναι. τούτων δ᾿ ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανείας πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ.