Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2
Not analysed yet
Διαφέρουσι δὲ αὐταὶ καὶ τοῖς χρώμασι· μέλαιναι γὰρ τῆς ἐβένου καὶ τῆς δρυός, ἣν καλοῦσι μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρότεραι τῶν ξύλων· δι᾿ ὃ καὶ οὐχ ὑπομένουσι καμπήν. μανότεραι δὲ αἱ μὲν αἱ δ᾿ οὔ. ὑμενώδεις δ᾿ ἐν μὲν τοῖς δένδροις οὐκ εἰσὶν ἢ σπάνιοι. ἐν δὲ τοῖς θαμνώδεσι καὶ ὅλως τοῖς ὑλήμασιν οἷον καλάμῳ τε καὶ νάρθηκι καὶ τοῖς τοιούτοις εἰσίν. ἔχει δὲ τὴν μήτραν τὰ μὲν μεγάλην καὶ φανεράν, ὡς πρῖνος δρῦς καὶ τἆλλα προειρημένα, τὰ δ᾿ ἀφανεστέραν, οἷον ἐλάα πύξος· οὐ γὰρ ἔστιν ἀφωρισμένην οὕτω λαβεῖν, ἀλλὰ καί φασί τινες οὐ κατὰ τὸ μέσον ἀλλὰ κατὰ τὸ πᾶν ἔχειν· ὥστε μὴ εἶναι τόπον ὡρισμένον· δι᾿ ὃ καὶ ἔνια οὐδ᾿ ἂν δόξειεν ὅλως ἔχειν· ἐπεὶ καὶ τοῦ φοίνικος οὐδεμία φαίνεται διαφορὰ κατ᾿ οὐδέν.