Ancient Greek
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-2
Not analysed yet
VI. Τῶν δὲ φοινίκων ἴδιος ἡ φυτεία παρὰ αἆλλα καὶ ἡ μετὰ ταῦτα θεραπεία. φυτεύουσι γὰρ πλείους εἰς ταὐτὸ τιθέντες δύο κάτω καὶ δύο ἄνωθεν ἐπιδοῦντες, πρανεῖς δὲ πάντας. τὴν γὰρ ἔκφυσιν οὐκ ἐκ τῶν ὑπτίων καὶ κοίλων ποιεῖται, καθάπερ τινές φασιν, ἀλλ᾿ ἐκ τῶν ἄνω, δι᾿ ὃ καὶ ἐν τῇ ἐπιζεύξει τῶν ἐπιτιθεμένων οὐ δεῖ περικαλύπτειν τὰς ἀρχὰς ὅθεν ἡ ἔκφυσις· φανεραὶ δ᾿ εἰσι τοῖς ἐμπείροις. διὰ τοῦτο δ᾿ εἰς τὸ αὐτὸ πλείους τιθέασιν ὅτι ἀπὸ τοῦ ἑνὸς ἀσθενὴς ἡ φυτεία. τούτων δὲ αἵ τε ῥίζαι πρὸς ἀλλήλας συμπλέκονται καὶ εὐθὺς αἱ πρῶται βλαστήσεις, ὥστε ἓν γίνεσθαι τὸ στέλεχος.