Ancient Greek · ~3 min
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-2
Not analysed yet
Ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ᾿ ἀφ᾿ αὑτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος· ἀφαιροῦσι δὲ ὅσον δίπηχυ· σχίσαντες δὲ τοῦτο κάτω τιθέασι τὸ ὑγρόν· φιλεῖ δὲ χώραν ἁλμώδη· δι᾿ ὃ καὶ ὅπου μὴ τοιαύτη τυγχάνει περιπάττουσιν ἄλας οἱ γεωργοί· τοῦτο δὲ δεῖ ποιεῖν μὴ περὶ αὐτὰς τὰς ῥίζας ἀλλ᾿ ἄποθεν ἀποστήσαντα περιπάττειν ὅσον ἡμίεκτον· ὅτι δὲ τοιαύτην ζητεῖ χώραν κἀκεῖνο ποιοῦνται σημεῖον· πανταχοῦ γὰρ ὅπου πλῆθος φοινίκων ἁλμώδεις αἱ χῶραι· καὶ γὰρ ἐν Βαβυλῶνί φασιν, ὅπου οί φοίνικες πεφύκασι, καὶ ἐν Λιβύῃ δὲ καὶ ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ καὶ τῆς Συρίας δὲ τῆς κοίλης, ἐν ᾗ γ᾿ οἱ πλεῖστοι τυγχάνουσιν, ἐν τρισὶ μόνοις τόποις ἁλμώδεσιν εἶναι τοὺς δυναμένους θησαυρίζεσθαι· τοὺς δ᾿ ἐν τοῖς ἄλλοις οὐ διαμένειν ἀλλὰ σήπεσθαι, χλωροὺς δ᾿ ἡδεῖς εἶναι καὶ καταναλίσκειν οὕτω.