Ancient Greek · ~2 min
Δ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-4
Not analysed yet
VI. Μεγίστην δὲ διαφορὰν αὐτῆς τῆς φύσεως τῶν δένδρων καὶ ἀπλῶς τῶν ὑλημάτων ὑποληπτέον ἣν καὶ πρότερον εἴπομεν, ὅτι τὰ μὲν ἔγγαια τὰ δ’ ἔνυδρα τυγχάνει, καθάπερ τῶν ζώων, καὶ τῶν φυτῶν· οὐ μόνον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς ποταμοῖς γὰρ ἀλλὰ καὶ ἐν τῇ θαλάττῃ φύεται καὶ ὑλήματα ἔνια ἔν τε τῇ ἔξω καὶ δένδρα· ἐν μὲν γὰρ τῇ περὶ ἡμᾶς μικρὰ πάντα τὰ φυόμενα, καὶ οὐδὲν ὑπερέχον ὡς εἰπεῖν τῆς θαλάττης· ἐν ἐκείνῃ δὲ καὶ τὰ τοιαῦτα καὶ ὑπερέχοντα, καὶ ἕτερα δὲ μείζω δένδρα.