Ancient Greek · ~2 min
Δ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-4
Not analysed yet
Τὰ μὲν οὖν περὶ ἡμᾶς ἐστι τάδε· φανερώτατα μὲν καὶ κοινότατα πᾶσιν τό τε φῦκος καὶ τὸ βρύον καὶ ὅσα ἄλλα τοιαῦτα· φανερώτατα δὲ καὶ ἰδιώτατα κατὰ τοὺς τόπους ἐλάτη συκῆ δρῦς ἄμπελος φοῖνιξ. τούτων δὲ τὰ μὲν πρόσγεια τὰ δὲ πόντια τὰ δ’ ἀμφοτέρων τῶν τόπων κοινά. καὶ τὰ μὲν πολυειδῆ, καθάπερ τὸ φῦκος, τὰ δὲ μίαν ἰδέαν ἔχοντα. τοῦ γὰρ φύκους τὸ μέν ἐστι πλατύφυλλον ταινιοειδὲς χρῶμα ποῶδες ἔχον, ὃ δὴ καὶ πράσον καλοῦσί τινες, οἱ δὲ ζωκτῆρα· ῥίζαν δὲ ἔχει δασεῖαν ἔξωθεν ἔνδοθεν δὲ λεπυριώδη. μακρὰν δὲ ἐπιεικῶς καὶ εὐπαχῆ παρομοίαν τοῖς κρομυογητείοις.