Ancient Greek · ~3 min
Ε, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-5
Not analysed yet
VΙ. Βάρος δὲ ἐνεγκεῖν ἰσχυρὶ καὶ ἡ ἐλάτη καὶ ἡ πεύκη πλάγιαι τιθέμεναι· οὐδὲν γἀρ ἐνδιδόασιν, ὥσπερ ἡ δρῦς καὶ τὰ γεώδη, ἀλλ’ ἀντωθοῦσι· σημεῖον δὲ ὅτι οὐδέποτε ῥήγνυνται, καθάπερ ἐλάα καὶ δρῦς, ἀλλὰ πρότερον σήπονται καὶ ἄλλως ἀπαυδῶσιν. ἰσχυρὸν δὲ καὶ ὁ φοῖνιξ· ἀνάπαλιν γἀρ ἡ κάμψις ἢ τοῖς ἄλλοις γίνεται· τὰ μὲν γὰρ εἰς τὰ κάτω κάμπτεται, ὁ δὲ φοῖνιξ εἰς τὶ ἄνω. φασὶ δὲ καὶ τὴν πεύκην καὶ τὴν ἐλάτην ἀντωθεῖν. τὸ δὲ τῆς Εὐβοϊκῆς καρύας, γίνεται γὰρ μέγα καὶ χρῶνται πρὸς τὴν ἔρεψιν, ὅταν μέλλῃ ῥήγνυσθαι ψοφεῖν ὥστε προαισθάνεσθαι πρότερον· ὅπερ καὶ ἐν Ἀντάνδρῳ συνέπεσεν ἐν τῷ βαλανείῳ καὶ πάντες ἐξεπήδησαν. ἰσχυρὸν δὲ καὶ τὸ τῆς συκῆς πλὴν εἰς ὀρθόν.