Ancient Greek · ~2 min
Ε, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-5
Not analysed yet
Ἡ δὲ ἐλάτη μάλιστα ὡς εἰπεῖν ἰσχυρόν. πρὸς δὲ τάς τῶν τεκτόνων χρείας ἐχέκολλον μὲν μάλιστα ἡ πεύκη διά τε τὴν μανότητα καὶ τὴν εὐθυπορίαν· οὐδὲ γὰρ ὅλως οὐδὲ ῥήγνυσθαί φασιν ἐὰν κολληθῇ. εὐτορνότατον δὲ φιλύκη, καὶ ἡ λευκότης ὥσπερ ἡ τοῦ κηλάστρου. τῶν δὲ ἄλλων ἡ φίλυρα· τὸ γὰρ ὅλον εὔεργον, ὥσπερ ἐλέχθη. διὰ μαλακότητα. εὔκαμπτα δὲ ὡς μὲν ἁπλῶς εἰπεῖν ὅσα γλίσχρα. διαφέρειν δὲ δοκεῖ συκάμινος καὶ ἐρινεός, δι’ ὃ καὶ τὰ ἴκρια καὶ τὰς στεφάνας καὶ ὅλως ὅσα περὶ τὸν κόσμον ἐκ τούτων ποιοῦσι.