Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.10
Not analysed yet
Τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἦττόν ἐστιν· ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν, ὥστε τὴν μέν τινα τοιαύτην εἶναι τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι καὶ αὐταὶ αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίγνονται μείζους κωλυόμεναι διαβῆναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιούτων ἡ φύσις ἐπὶ τὸ κάτω μᾶλλον ῥέπει φανερόν· οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δὲ κάτω μεγάλα καὶ πολλὰ καὶ ἰσχυρὰ οὐ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρώστιδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. καὶ ὅσα δὴ ναρθηκώδη, καὶ τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις.