Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.11
Not analysed yet
Πολλὰ δὲ καὶ τῶν ποιωδῶν ἔχει τοιαύτας ῥίζας, οἷον σπάλαξ κρόκος καὶ τὸ περδίκιον καλούμενον· καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς ῥίζας ἡ φύλλα· καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς πέρδικας ἐγκυλιεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον· τὰ μὲν γὰρ φύλλα μεγάλα καὶ ὁ βλαστὸς αὐτοῦ βραχύς. ἡ δὲ ῥίζα μακρὰ καί ἐστιν ὥσπερ ὁ καρπός. διαφέρει τε καὶ ἐσθίεται, καὶ συλλέγουσι δὲ ὅταν ὁ ποταμὸς ἀποβῇ στρέφοντες τὰς βώλους.