Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.12
Not analysed yet
φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἀπάντων τῶν τοιούτων ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα. Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀραχίδνης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βάθους, τὰς δ᾿ ἄλλας ἐφ᾿ ὧν ὁ καρπὸς λεπτοτέρας καὶ ἐπ᾿ ἄκρῳ σχιζομένας πολλαχῆ· φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλλον δὲ οὐδέτερον ἔχει τούτων οὐδ᾿ ὅμοια τοῖς φύλλοις, ἀλλ᾿ ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.