Ancient Greek · ~2 min
I, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-9
Not analysed yet
Τὸ δὲ δάκρυον ἀπὸ ἐντομῆς συλλέγειν, ἐντέμνειν δὲ ὄνυξι σιδηροῖς ὑπὸ τὸ ἄστρον, ὅταν μάλιστα πνίγη ὦσι, καὶ τὰ στελέχη καὶ τὰ ἄνω. τὴν δὲ συλλογὴν ὅλον τὸ θέρος ποιεῖσθαι· οὐκ εἶναι δὲ πολὺ τὸ ῥέον, ἀλλ᾿ ἐν ἡμέρᾳ τὸν ἄνδρα συλλέγειν ὅσον κόγχην· τὴν δ᾿ ὀσμὴν διαφέρουσαν καὶ πολλήν, ὥστε ἀπὸ μικροῦ πολὺν ἐφικνεῖσθαι τόπον. ἀλλ᾿ οὐ φοιτᾶν ἐνταῦθα ἄκρατον ἀλλὰ τὸ συνηγμένον κεκραμένον· πολλὴν γὰρ δέχεσθαι κρᾶσιν· καὶ τὸ ἐν τῇ Ἑλλάδι πολλάκις εἶναι κεκραμένον· εὔοσμα δὲ σφόδρα καὶ τὰ ῥαβδία·