Ancient Greek
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-2
Not analysed yet
Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτονται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ᾿ ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη.