Ancient Greek · ~2 min
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.5-2
Not analysed yet
Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ᾿ ἢ διακαθαίρουσι καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον τὸ ναματιαῖον ὕδωρ ἡ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ᾿ ἀμφοτέρως ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ αὐτὰ τὰ δένδρα, διαφέρειν καὶ τὰς ἐργασίας οὐκ ἄτοπον.