Ancient Greek · ~2 min
Θ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-8
Not analysed yet
Διαιροῦσι δὲ καὶ τὰ σπέρματα ποίᾳ ποῖον πρόσφορον· ἐν γὰρ ταῖς χειμεριναῖς πυρὸν μᾶλλον ἢ κριθήν, καὶ ὅλως σῖτον ἢ χεδροπὰ κελεύουσιν ἐν ταῖς χέρσοις καὶ διὰ χρόνου κινουμέναις· καὶ γὰρ αὗται πυρὸν φέρουσι μᾶλλον ἢ κριθήν. δέχεται δὲ καὶ ἐπομβρίαν μᾶλλον πυρὸς τῆς κριθῆς, καὶ ἐν τοῖς ἀκόπροις φέρει μᾶλλον. ὡσαύτως δὲ καὶ αὐτῶν τῶν πυρῶν ποῖος τῇ ποίᾳ πρόσφορος, οἷον ἀγαθῇ καὶ πιείρᾳ καὶ ψαφαρᾷ καὶ λεπτῇ ταῖς ἄλλαις ὁμοίως.