Ancient Greek · ~3 min
Θ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.5-6
Not analysed yet
Ὕδωρ δὲ ὅταν μὲν χλοηφορήσῃ καὶ κυήσῃ πλεῖον ἅπασι ξυμφέρει· ἀνθοῦσι δὲ πυροῖς μὲν καὶ κριθαῖς καὶ τοῖς σιτώδεσι βλαβερόν· ἀπόλλυσι γάρ· ὀσπρίοις δ᾿ ἀβλαβὲς πλὴν ἐρεβίνθων· οὗτοι γὰρ ἀποκλυσθείσης τῆς ἅλμης ἀπόλλυνται σφακελίζοντες καὶ ὑπὸ καμπῶν κατεσθιόμενοι· ἰσχυρότερος δὲ ὁ μέλας ἐρέβινθος καὶ ὁ πυρρὸς τοῦ λευκοῦ· συμφέρει δέ, φασίν, ἐν τοῖς ἐφύδροις τόποις ὀψὲ σπείρειν αὐτόν. κύαμος δὲ ἀνθῶν μάλιστα φιλεῖ βρέχεσθαι, δι᾿ ὃ καὶ οὐκ ἐθέλουσιν ὀψισπορεῖν, ὥσπερ εἴπομεν, ὅτι πολὺν ἀνθεῖ· μετὰ δὲ τὴν ἀπάνθησιν ὀλίγου πάμπαν ὕδατος δεῖται· σύνεγγυς γὰρ ἡ τελείωσις. ἀλλ᾿ ὅταν ἁδρυνθῇ καὶ βλάπτειν δοκεῖ τὰ σιτώδη καὶ κριθὴν δὲ πυροῦ μᾶλλον.