Ancient Greek · ~3 min
Γ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.5-3
Not analysed yet
Οἱ μὲν οὖν περὶ Ἀρκαδίαν οὕτω λέγουσιν. οἱ δ᾿ ἐκ τῆς Ἴδης βαθυρριζότερον ἐλάτην δρυὸς ἀλλ᾿ ἐλάττους ἔχειν καὶ εὐθυρριζοτέραν εἶναι· βαθυρριζότατον δὲ καὶ τὴν κοκκυμηλέαν καὶ τὴν Ἡρακλεωτικήν, τὰς δὲ ῥίζας λεπτὰς καὶ ἰσχυρὰς τὴν Ἡρακλεωτικήν, τὴν δὲ κοκκυμηλέαν πολύρριζον, ἄμφω δ᾿ ἐμβιῶναι δεῖν· δυσώλεθρον δὲ τὴν κοκκυμηλέαν. ἐπιπολῆς δὲ σφένδαμνον καὶ ὀλίγας· τὴν δὲ μελίαν πλείους καὶ εἶναι πυκνόρριζον καὶ βαθύρριζον. ἐπιπολῆς δὲ καὶ ἄρκευθον καὶ κέδρον· καὶ κλήθρας λεπτὰς καὶ ὁμαλεῖς· ἔτι δ᾿ ὀξύην· καὶ γὰρ τοῦτ᾿ ἐπιπολαιόρριζον καὶ ὀλιγόρριζον. τὴν δὲ οὔαν ἐπιπολαίους μὲν ἰσχυρὰς δὲ καὶ παχείας καὶ δυσωλέθρους πλήθει δὲ μετρίας. βαθύρριζα μὲν οὖν καὶ οὐ βαθύρριζα τὰ τοιαῦτ᾿ ἐστίν.