Ancient Greek
Γ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-3
Not analysed yet
Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα καὶ ἐναργῶς φυόμενα ἐν τῇ γῇ. βαθυρριζότατον δ᾿ οὖν δοκεῖ τῶν ἀγρίων εἶναι ἡ πρῖνος· ἐλάτη δὲ καὶ πεύκη μετρίως, ἐπιπολαιότατον δὲ θραύπαλος καὶ κοκκυμηλέα καὶ σποδιάς· αὕτη δ᾿ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. ταῦτα μὲν οὖν καὶ ὀλιγόρριζα· ὁ δὲ θραύπαλος πολύρριζον. συμβαίνει δὲ τοῖς ἄλλοις τοῖς μὴ κατὰ βάθους ἔχουσι. καὶ οὐχ ἥκιστα ἐλάτῃ καὶ πεύκῃ, προρρίζοις ὑπὸ τῶν πνευμάτων ἐκπίπτειν.