Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.5-5
Not analysed yet
τὸ δὲ ὅλον, ὥσπερ ἐλέχθη, καὶ ἡ εὔχροια καὶ ἡ εὐοσμία παρὰ τοὺς τόπους ἐστίν· ἐπεὶ καὶ τὰ ἐν γῇ τῇ αὐτῇ γινόμενα ποιεῖ τινα παραλλαγὴν εὐοσμίας καὶ ἀοσμίας. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, δι᾿ ὃ καὶ τὸ μύρον ἥδιστον. ἁπλῶς δὲ καὶ τῶν ἴων καὶ τῶν ἄλλων ἀνθῶν ἄκρατοι μάλιστα ἐκεῖθι αἱ ὀσμαί, διαφερόντως δὲ τοῦ κρόκου· πλεῖστον γὰρ οὗτος δοκεῖ παραλλάττειν.