Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-6
Not analysed yet
Τῶν δὲ ῥόδων πολλαὶ διαφοραὶ πλήθει τε φύλλων καὶ ὀλιγότητι καὶ τραχύτητι καὶ λειότητι καὶ εὐχροίᾳ καὶ εὐοσμίᾳ. τὰ μὲν γὰρ πλεῖστα πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα καὶ εἰκοσίφυλλα, τὰ δ᾿ ἔτι πολλῷ πλεῖον ὑπεραίροντα τούτων· ἔνια γὰρ εἶναί φασιν ἃ καὶ καλοῦσιν ἑκατοντάφυλλα· πλεῖστα δὲ τὰ τοιαῦτά ἐστι περὶ Φιλίππους· οὗτοι γὰρ λαμβάνοντες ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνεται πολλά· σμικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ὥστε εἶναι τὰ μὲν ἐκτὸς τὰ δ᾿ ἐντός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. ἐν δὲ τοῖς μεγάλοις εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω.