Ancient Greek · ~3 min
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.6-2
Not analysed yet
Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον τὸ δὲ ἄκαρπον, ἐξ ὦν οἱ περὶ Βαβυλῶνα τάς τε κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶιν καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι δὲ ἀλλήλων, καθ᾿ ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους· οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί· τὸ δ᾿ ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν συκῶν οὐδ᾿ ἀπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαιροειδεῖς ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλικούτους ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, · ἄλλους δὲ μικροὺς ἡλίκους ἐρεβίνθους. καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας.