Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.8
Not analysed yet
Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ ταύτης ἀποπεφυκυίας· οὐ γὰρ λεπτότητι καὶ παχύτητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ᾿ ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ᾿ ἤδη ἥ τε τοῦ ἄρου καὶ ἡ τοῦ κυπείρου· ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, ἡ δὲ λεπτὴ καὶ ἰνώδης. διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον· ᾗ μὲν γὰρ κατὰ γῆς δόξαιεν ἄν, ᾗ δὲ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίζα λεπτοτέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς· ἡ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνάπαλιν.