Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.7
Not analysed yet
Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μέν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις. ὧσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὤσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ᾿ ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.