Ancient Greek · ~2 min
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.8-2
Not analysed yet
Ἕτερον δ᾿ ἔτι γένος ἐν Κύπρῳ, ὃ καὶ τὸ φύλλον πλατύτερον ἔχει καὶ τὸν καρπὸν μείζω πολλῷ καὶ ἰδιόμορφον· μεγέθει μὲν ἡλίκος ῥόα τῷ σχήματι δὲ προμήκης, οὐκ εὔχυλος δὲ ὥσπερ ἄλλοι ἀλλ᾿ ὅμοιος ταῖς ῥόαις, ὥστε μὴ καταδέχεσθαι ἀλλὰ διαμασησαμένους ἐκβάλλειν. γένη μὲν οὖν, ὧσπερ εἴρηται, πολλά. θησαυρίζεσθαι δὲ μόνους δύνασθαι φασι τῶν ἐν Συρίᾳ τοὺς ἐν τῷ αὐλῶνι, τοὺς δ᾿ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ καὶ παρὰ τοῖς ἄλλοις χλωροὺς ἀναλίσκεσθαι.