Ancient Greek · ~2 min
B, Chapter 6
Theophrastus, Enquiry into Plants 6.9-2
Not analysed yet
Ἔστι δὲ ὁ φοῖνιξ ὡς μὲν ἁπλῶς εἰπεῖν μονοστέλεχες καὶ μονοφυές· οὐ μὴν ἀλλὰ γίνονταί τινες καὶ διφυεῖς, ὥσπερ ἐν Αἰγύπτῳ, καθάπερ δικρόαν ἔχοντες· τὸ δ᾿ ἀνάστημα τοῦ στελέχους ἀφ᾿ οὗ ἡ σχίσις καὶ πεντάπηχυ· πρὸς ἄλληλα δέ πως ἰσάζοντα. φασὶ δὲ καὶ τοὺς ἐν Κρήτῃ πλείους εἶναι τοὺς διφυεῖς, ἐνίους δὲ καὶ τριφυεῖς· ἐν δὲ τῇ Λαπαίᾳ τινὰ καὶ πεντακέφαλον· οὐκ ἄλογον γοῦν ἐν ταῖς εὐτροφωτέραις χώραις πλείω γίνεσθαι τὰ τοιαῦτα καὶ τὸ ὅλον δὲ τὰ εἴδη πλείω καὶ τὰς διαφοράς.