Ancient Greek · ~2 min
Δ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.9-3
Not analysed yet
Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥάδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὶν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν. Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ’ ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία. ‘Η δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν.