Ancient Greek
Δ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.10-3
Not analysed yet
Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὖται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ’ ὡσὰν ἐν πλάτει κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλλάττουσαι. τῶν δὲ ῥάβδων ἡ τῶν ἀποφύσεων τούτων ὁμοια τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἶον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ ἐκεῖνα, περικεκλασμένοι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι’ ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα καὶ φοινικοῦν. Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ και αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν.