Ancient Greek
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.1-4
Not analysed yet
VII. Ἐν δὲ τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας τό τε πράσον, ὥσπερ εἴρηται, φύεται καὶ τὰ ἀπολιθούμενα ταῦτα, οἷον θῦμα καὶ τὰ δαφνοειδῆ καὶ τὰ ἄλλα. τῆς δὲ ἐρυθρᾶς καλουμένης ἐν τῇ Ἀραβίᾳ μικρὸν ἐπάνω Κόπτου ἐν μὲν τῇ γῇ δένδρον οὐδὲν φύεται πλὴν τῆς ἀκάνθης τῆς διψαδος καλουμένησ· σπανία δὲ καὶ αὕτη διὰ τὰ καύματα καὶ τὴν ἀνυδρίαν· οὐχ ὕει γὰρ ἀλλ’ ἢ δι’ ἐτῶν τεττάρων ἡ πέντε καὶ τότε λάβρως καὶ ἐπ’ ὀλίγον χρόνον.