Ancient Greek · ~3 min
Η, Chapter 7
Theophrastus, Enquiry into Plants 7.1-7
Not analysed yet
VII. Τῶν δὲ ἀρουραίων λεγομένων μετὰ ταῦτα ῥητέον, καὶ ὅλως εἴ τι ποιῶδές ἐστιν ὃ μὴ τυγχάνει βρωτόν. καλοῦμεν γὰρ λάχανα τὰ πρὸς τὴν ἡμετέραν χρείαν· ἐν δὲ τῷ καθ᾿ ὅλου κἀκεῖνα περιέχεται, δι᾿ ὃ καὶ περὶ ἐκείνων λεκτέον. λάχανα μὲν δὴ καὶ τὰ τοιαῦτα καλεῖται, κιχόρη ἀπάπη χόνδρυλλα ὑποχοιρὶς ἠριγέρων, καὶ ὅλως ὅσα κιχοριώδη καλεῖται διὰ τὴν ὁμοιότητα τῶν φύλλων· πάντα γάρ πως ἐμφερῆ ἔχει τῷ κιχορίῳ· πάλιν καυκαλὶς ἔνθρυσκον ἡδύοσμον. οἱ δὲ μυρία ἄλλα καλοῦσιν, σκάνδιξ καὶ ὅσα ἄλλα τοιαῦτα σκανδικώδη, τραγοπώγων, οἱ δὲ κόμην καλοῦσιν, ὃ τὴν μὲν ῥίζαν ἔχει μακρὰν καὶ γλυκεῖαν τὰ δὲ φύλλα τῷ κρόκῳ ὅμοια πλὴν μακρότερα, τὸν καυλὸν δὲ βραχύν, ἐφ᾿ οὗ τὴν κάλυκα μεγάλην καὶ ἐξ ἄκρου μέγαν τὸν πάππον πολιόν, ἀφ᾿ οὗ καλεῖται τραγοπώγων.