Ancient Greek · ~2 min
Η, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-7
Not analysed yet
Ὁμοίως δὲ καὶ ὅσα ἄλλα τοιαύτας μὲν ἰδέας ἔχει τοὺς δὲ χυλοὺς ἐδωδίμους ἢ ὠμοὺς ἢ ἑφθούς· ἔνια γὰρ δεῖται πυρώσεως, ὥσπερ μαλάχη καὶ τευτλὶς καὶ τὸ λάπαθον καὶ ἡ ἀκαλύφη καὶ τὸ παρθένιον· τὸν δὲ στρύχνον καὶ ὠμὸν ἐσθίουσιν, ὃν καὶ εὐκήπευτόν τινες πρότερον καὶ ἕτερα δὲ πλείω τούτων, ἐν οἷς καὶ ὁ παροιμιαζόμενός ἐστι διὰ πικρότητα κόρχορος ἔχων τὸ φύλλον ὠκιμῶδες. πάντα δὲ τὰ μὲν ἐπέτεια τὰ δὲ ἐπετειόκαυλα τυγχάνει· τὰ μὲν γὰρ ἐξαυαίνονται τῶν δὲ διαμένουσιν εἰς πλείω χρόνον αἱ ῥίζαι· σχεδὸν δὲ οὐκ ἐλάττω τὰ τοιαῦτά ἐστι.