Ancient Greek · ~3 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.1-8
Not analysed yet
VΙΙ. Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ᾿ ἐν ταῖς ἐπομβρίαις καὶ μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ᾿ οὐκ ἔστιν ἠριιὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ᾿ ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου φασὶ γίνεσθαι τὴν αἶραν.